meleager
κηρύσσω τὸν ἔρωτα, τὸν ἄγριον ἄρτι γὰρ ἄρτι
ὀρθρινὸς ἐκ κοίτας ᾤχετ᾽ ἀποπτάμενος.
ἔστι δ᾽ ὁ παῖς γλυκύδακρυς, ἀείλαλος, ὠκύς, ἀθαμβής,
σιμὰ γελῶν, πτερόεις νῶτα, φαρετροφόρος.
πατρὸς δ᾽ οὐκέτ᾽ ἔχω φράζειν τίνος: οὔτε γὰρ Αἰθήρ,
οὐ Χθών φησι τεκεῖν τὸν θρασύν, οὐ Πέλαγος:
πάντῃ γὰρ καὶ πᾶσιν ἀπέχθεται. ἀλλ᾽ ἐσορᾶτε
μή που νῦν ψυχαῖς ἄλλα τίθησι λίνα.
καίτοι κεῖνος, ἰδού, περὶ φωλεόν. οὔ με λέληθας,
τοξότα, Ζηνοφίλας ὄμμασι κρυπτόμενος. 1 [p. 214]