paulus silentiarius
εἶδον ἐγὼ ποθέοντας: ὑπ᾽ ἀτλήτοιο δὲ λύσσης
δηρὸν ἐν ἀλλήλοις χείλεα πηξάμενοι,
οὐ κόρον εἶχον ἔρωτος ἀφειδέος: ἱέμενοι δέ,
εἰ θέμις, ἀλλήλων δύμεναι ἐς κραδίην,
ἀμφασίης ὅσον ὅσσον ὑπεπρήυνον ἀνάγκην,
ἀλλήλων μαλακοῖς φάρεσιν ἑσσάμενοι.
καὶ ῥ᾽ ὁ μὲν ἦν Ἀχιλῆι πανείκελος, οἷος ἐκεῖνος
τῶν Λυκομηδείων ἔνδον ἔην θαλάμων
κούρη δ᾽ ἀργυφέης ἐπιγουνίδος ἄχρι χιτῶνα
ζωσαμένη, Φοίβης εἶδος ἀπεπλάσατο.
καὶ πάλιν ἠρήρειστο τὰ χείλεα: γυιοβόρον γὰρ
εἶχον ἀλωφήτου λιμὸν ἐρωμανίης.
ῥεῖά τις ἡμερίδος στελέχη δύο σύμπλοκα λύσει,
στρεπτά, πολυχρονίῳ πλέγματι συμφυέα,
ἢ κείνους ῾φιλέοντας, ὑπ᾽ ἀντιπόροισὶ τ᾽ ἀγοστοῖς
ὑγρὰ περιπλέγδην ἅψεα δησαμένους.
τρὶς μάκαρ, ὃς τοίοισι, φίλη, δεσμοῖσιν ἑλίχθη,
τρὶς μάκαρ: ἀλλ᾽ ἡμεῖς ἄνδιχα καιόμεθα. [p. 260]