paulus silentiarius
χρύσεος ἀψαύστοιο διέτμαγεν ἅμμα κορείας
Ζεύς, διαδὺς Δανάας χαλκελάτους θαλάμους.
φαμὶ λέγειν τὸν μῦθον ἐγὼ τάδε:
χάλκεα νικᾷ
τείχεα καὶ δεσμοὺς χρυσὸς ὁ πανδαμάτωρ.
χρυσὸς ὅλους ῥυτῆρας, ὅλας κληῖδας ἐλέγχει,
χρυσὸς ἐπιγνάμπτει τὰς σοβαροβλεφάρους:
καὶ Δανάας ἐλύγωσεν ὅδε φρένα. μή τις ἐραστὴς
λισσέσθω Παφίαν, ἀργύριον παρέχων.