meleager
λίσσομ᾽, Ἔρως, τὸν ἄγρυπνον ἐμοὶ πόθον Ἡλιοδώρας
κοίμισον, αἰδεσθεὶς Μοῦσαν ἐμὴν ἱκέτιν.
ναὶ γὰρ δὴ τὰ σὰ τόξα, τὰ μὴ δεδιδαγμένα βάλλειν
ἄλλον, ἀεὶ δ᾽ ἐπ᾽ ἐμοὶ πτηνὰ χέοντα βέλη,
εἰ καί με κτείναις, λείψω φωνὴν προϊέντα
γράμματ᾽ ‘ἔρωτος ὅρα, ξεῖνε, μιαιφονίην.’