philodemus
Μικκὴ καὶ μελανεῦσα Φιλαίνιον, ἀλλὰ σελίνων
οὐλοτέρη, καὶ μνοῦ χρῶτα τερεινοτέρη,
καὶ κεστοῦ φωνεῦσα μαγώτερα, καὶ παρέχουσα
πάντα, καὶ αἰτῆσαι πολλάκι φειδομένη:
τοιαύτην στέργοιμι Φιλαίνιον, ἄχρις ἂν εὕρω
ἄλλην, ὦ χρυσέη Κύπρι, τελειοτέρην. [p. 186]