diodorus zonas
τοῦτό σοί, ὑληκοῖτα, κατ᾽ ἀγριάδος πλατάνοιο
δέρμα λυκορραίστης ἐκρέμασεν Τελέσων,
καὶ τὰν ἐκ κοτίνοιο καλαύροπα, τάν ποκα τῆνος
πολλάκι ῥομβητὰν ἐκ χερὸς ἠκροβόλει.
ἀλλὰ τύ, Πὰν βουνῖτα, τὰ μὴ πολύολβά τε δέξαι
δῶρα, καὶ εὐαγρεῖ τῷδε πέτασσον ὄρος.