antipater
κερκίδα τὰν ὀρθρινά, χελιδονίδων ἅμα φωνᾷ,
μελπομέναν, ἱστῶν Παλλάδος ἀλκυόνα,
τόν τε καρηβαρέοντα πολυρροίβδητον ἄτρακτον,
κλωστῆρα στρεπτᾶς εὔδρομον ἁρπεδόνας,
καὶ πήνας, καὶ τόνδε φιληλάκατον καλαθίσκον,
στάμονος ἀσκητοῦ καὶ τολύπας φύλακα,
παῖς ἀγαθοῦ Τελέσιλλα Διοκλέος ἁ φιλοεργὸς
εἰροκόμων Κούρᾳ θήκατο δεσπότιδι.