zosimus
βριθὺ μὲν ἀγραύλων τόδε δίκτυον ἄνθετο θηρῶν
Δᾶμις, καὶ Πίγρης πτηνολέτιν νεφέλην,
ἁπλότατον δ᾽ ἁλὶ τοῦτο μιτορραφὲς ἀμφίβληστρον
Κλείτωρ εὐθήρῳ Πανὶ προσευξάμενοι.
τοὔνεκα, Πάν, κρατερῷ πόρε Δάμιδι ληΐδα θηρῶν,
Πίγρῃ δ᾽ οἰωνῶν, Κλείτορι δ᾽ εἰναλίων.