leonidas
τὸν ἀργυροῦν Ἔρωτα, καὶ περίσφυρον
πέζαν, τὸ πορφυρεῦν τε Λεσβίδος κόμης
ἕλιγμα, καὶ μηλοῦχον ὑαλόχροα,
τὸ χάλκεὸν τ᾽ ἔσοπτρον, ἠδὲ τὸν πλατὺν
τριχῶν σαγηνευτῆρα, πύξινον κτένα,
ὧν ἤθελεν τυχοῦσα, γνησία Κύπρι,
ἐν σαῖς τίθησι Καλλίκλεια παστάσιν,