anonymi epigrammatici
πορφυρὶς ἡ Κνιδίη τὰ στέμματα, καὶ τὸ δίθυρσον
τοῦτο τὸ λογχωτόν, καὶ τὸ περισφύριον,
οἷς ἀνέδην βάκχευεν, ὅτ᾽ ἐς Διόνυσον ἐφοίτα
κισσωτὴν στέρνοις νεβρίδ᾽ ἀναπτομένη,
αὐτῷ σοί, Διόνυσε, πρὸ παστάδος ᾐώρησε
ταῦτα τὰ καὶ κάλλευς κόσμια καὶ μανίης.