agathias scholasticus
δισσῶν θηλυτέρων μοῦνός ποτε μέσσος ἐκείμην,
τῆς μὲν ἐφιμείρων, τῇ δὲ χαριζόμενος:
εἷλκε δέ μ᾽ ἡ φιλέουσα: πάλιν δ᾽ ἐγώ, οἷά τε τις φώρ,
χείλεϊ φειδομένῳ τὴν ἑτέρην ἐφίλουν,
ζῆλον ὑποκλέπτων τῆς γείτονος, ἧς τὸν ἔλεγχον
καὶ τὰς λυσιπόθους ἔτρεμον ἀγγελίας.
ὀχθήσας δ᾽ ἄρ᾽ ἔειπον Ἐμοὶ τάχα καὶ τὸ φιλεῖσθαι
ὡς τὸ φιλεῖν χαλεπόν, δισσὰ κολαζομένῳ.