antiphilus
εἶπον ἐγὼ καὶ πρόσθεν, ὅτ᾽ ἦν ἔτι φίλτρα Τερείνης
νήπια, ‘ Συμφλέξει πάντας ἀεξομένη.’
οἱ δ᾽ ἐγέλων τὸν μάντιν. ἴδ᾽, ὁ χρόνος ὃν ποτ᾽ ἐφώνουν,
οὗτος: ἐγὼ δὲ πάλαι τραύματος ᾐσθανόμην.
καὶ τί πάθω; λεύσσειν μέν, ὅλαι φλόγες: ἢν δ᾽1 ἀπονεύσω,
φροντίδες: ἢν δ᾽ αἰτῶ, παρθένος. οἰχόμεθα.