archias
αἱ τρισσαί, Σατύρη τε, καὶ Ἡράκλεια, καὶ Εὐφρώ,
θυγατέρες Ξούθου καὶ Μελίτης, Σάμιαι:
ἁ μέν, ἀραχναίοιο μίτου πολυδινέα λάτριν,
ἄτρακτον, δολιχᾶς οὐκ ἄτερ ἀλακάτας:
ἁ δὲ πολυσπαθέων μελεδήμονα κερκίδα πέπλων
εὔθροον ἁ τριτάτα δ᾽ εἰροχαρῆ τάλαρον
οἷς ἔσχον: χερνῆτα βίον δηναιόν, Ἀθάνα
πότνια, ταῦθ᾽ αἱ σαὶ σοὶ θέσαν ἐργάτιδες.