alcaeus
κειράμενος γονίμην τις ἄπο φλέβα Μητρὸς ἀγύρτης
Ἴδης εὐδένδρου πρῶνας ἐβουνοβάτει:
τῷ δὲ λέων ἤντησε πελώριος, ὡς ἐπὶ θοίνην
χάσμα φέρων χαλεπὸν πειναλέου φάρυγος.
δείσας δ᾽ ὠμηστέω θηρὸς μόρον ὡς αὔγαξε,
τύμπανον ἐξ ἱερᾶς ἐπλατάγησε νάπης.
χὠ μὲν ἐνέκλεισεν φονίαν γένυν, ἐκ δὲ τενόντων
ἔνθους ῥομβητὴν ἐστροφάλιζε φόβην
κεῖνος δ᾽ ἐκπροφυγὼν ὀλοὸν μόρον, εἵσατο Ῥείῃ
θῆρα, τὸν ὀρχησμῶν αὐτομαθῆ Κυβέλης.