paulus silentiarius
μαζοὺς χερσὶν ἔχω, στόματι στόμα καὶ περὶ δειρὴν
ἄσχετα λυσσώων βόσκομαι ἀργυφέην,
οὔπω δ᾽ ἀφρογένειαν ὅλην ἕλον ἀλλ᾽ ἔτι κάμνω,
παρθένον ἀμφιέπων λέκτρον ἀναινομένην.
ἥμισυ γὰρ Παφίῃ, τὸ δ᾽ ἄρ᾽ ἥμισυ δῶκεν Ἀθήνῃ:
αὐτὰρ ἐγὼ μέσσος τήκομαι ἀμφοτέρων.