rufinus
νῦν μοι ‘χαῖρε λέγεις,’ ὅτε σου τὸ πρόσωπον ἀπῆλθεν
κεῖνο, τὸ τῆς λύγδου, βάσκανε, λειότερον:
νῦν μοι προσπαίζεις, ὅτε τὰς τρίχας ἠφάνικάς σου,
τὰς ἐπὶ τοῖς σοβαροῖς αὐχέσι πλαζομένας.
μηκέτι μοι, μετέωρε, προσέρχεο, μηδὲ συνάντα:
ἀντὶ ῥόδου γὰρ ἐγὼ τὴν βάτον οὐ δέχομαι.