agathias scholasticus
εἰς εἰκόνα Θεοδώρου Ἰλλουστρίου καὶ δὶς ἀνθυπάτου, ἐν ᾐ̔̂ γέγραπται παρὰ τοῦ ἀρχαγγέκου δεχόμενος τὰς ἀξίας ἐν Ἐφέσῳ
ἵλαθι μορφωθείς, ἀρχάγγελε: σὴ γὰρ ὀπωπὴ
ἄσκοπος: ἀλλὰ βροτῶν δῶρα πέλουσι τάδε:
ἐκ σέο γὰρ Θεόδωρος ἔχει ζωστῆρα μαγίστρου
καὶ δὶς ἀεθλεύει πρὸς θρόνον ἀνθυπάτων
τῆς δ᾽ εὐγνωμοσύνης μάρτυς γραφίς: ὑμετέρην γὰρ
χρώμασι μιμηλὴν ἀντετύπωσε χάριν.