simonides
χειμερίην νιφετοῖο κατήλυσιν ἡνίκ᾽ ἀλύξας
Γάλλος ἐρημαίην ἤλυθ᾽ ὑπὸ σπιλάδα,
ὑετὸν ἄρτι κόμης ἀπομόρξατο: τοῦ δὲ κατ᾽ ἴχνος
βουφάγος εἰς κοίλην ἀτραπὸν ἷκτο λέων.
αὐτὰρ ὁ πεπταμένῃ μέγα τύμπανον ὃ σχέθε χειρὶ
ἤραξεν, καναχῇ δ᾽ ἴαχεν ἄντρον ἅπαν.
οὐδ᾽ ἔτλη Κυβέλης ἱερὸν βρόμον ὑλονόμος θὴρ
μεῖναι, ἀν᾽ ὑλῆεν δ᾽ ὠκὺς ἔθυνεν ὄρος,
δείσας ἡμιγύναικα θεῆς λάτριν, ὃς τάδε Ῥείᾳ
ἐνδυτὰ καὶ ξανθοὺς ἐκρέμασε πλοκάμους. [p. 412]