paulus silentiarius
οὔτε ῥόδον στεφάνων ἐπιδεύεται, οὔτε σὺ πέπλων,
οὔτε λιθοβλήτων, πότνια, κεκρυφάλων.
μάργαρα σῆς χροιῆς ἀπολείπεται, οὐδὲ κομίζει
χρυσὸς ἀπεκτήτου σῆς τριχὸς ἀγλαΐην
Ἰνδῴη δ᾽ ὑάκινθος ἔχει χάριν αἴθοπος αἴγλης,
ἀλλὰ τεῶν λογάδων πολλὸν ἀφαυροτέρην:
χείλεα δὲ δροσόεντα, καὶ ἡ μελίφυρτος ἐκείνη
στήθεος ἁρμονίη, κεστὸς ἔφυ Παφίης.
Γούτοις πᾶσιν ἐγὼ καταδάμναμαι: ὄμμασι μούνοις
θέλγομαι, οἷς ἐλπὶς μείλιχος ἐνδιάει.