agathias scholasticus
εἶδον ἐγὼ τὸν πτῶκα καθήμενον ἐγγὺς ὀπώρης
βακχιάδος, πουλὺν βότρυν ἀμεργόμενον:
ἀγρονόμῳ δ᾽ ἀγόρευσα, καὶ ἔδρακεν ἀπροϊδὴς δὲ
ἐγκέφαλον πλήξας ἐξεκύλισε λίθῳ.
εἶπε δὲ καὶ χαίρων ὁ γεωπόνος:
ἆ τάχα Βάκχῳ
λοιβῆς καὶ θυέων μικτὸν ἔδωκα γέρας.