asclepiades
ὑετὸς ἦν καὶ νύξ, καὶ τὸ τρίτον ἄλγος ἔρωτι,
οἶνος: καὶ Βορέης ψυχρός, ἐγὼ δὲ μόνος. [p. 208]
ἀλλ᾽ ὁ καλὸς Μόσχος πλέον ἴσχυεν.
αἰ σὺ γὰρ οὕτως
ἤλυες, οὐδὲ θύρην πρὸς μίαν ἡσύχασας.
τῇδε τοσαῦτ᾽ ἐβόησα βεβρεγμένος:
ἄχρι τίνος, Ζεῦ;
Ζεῦ φίλε, σίγησον καὐτὸς ἐρᾶν ἔμαθες.