macedonius ii
τήν ποτε βακχεύουσαν ἐν εἴδεϊ θηλυτεράων,
τὴν χρυσέῳ κροτάλῳ σειομένην σπατάλην,
γῆρας ἔχει καὶ νοῦσος ἀμείλιχος: οἱ δὲ φιληταί,
οἵ ποτε τριλλίστως ἀντίον ἐρχόμενοι [p. 270]
νῦν μέγα πεφρίκασι: τὸ δ᾽ αὐξοσέληνον ἐκεῖνο
ἐξέλιπεν, συνόδου μηκέτι γινομένης.