hadrianus imperator
Ζηνὶ τόδ᾽ Αἰνεάδης Κασίῳ Τραϊανὸς ἄγαλμα,
κοίρανος ἀνθρώπων κοιράνῳ ἀθανάτων,
ἄνθετο, δοιὰ δέπα πολυδαίδαλα, καὶ βοὸς οὔρου
ἀσκητὸν χρυσῷ παμφανόωντι κέρας,
ἔξαιτα προτέρης ἀπὸ ληΐδος, ἦμος ἀτειρὴς
πέρσεν ὑπερθύμους ᾧ ὑπὸ δουρὶ Γέτας, [p. 476]
ἀλλὰ σὺ οἱ καὶ τήνδε, Κελαινεφὲς, ἐγγυάλιξον
κρῆναι ἐυκλειῶς δῆριν Ἀχαιμενίην,
ὄφρα τοι εἰσορόωντι διάνδιχα θυμὸν ἰαίνῃ
δοιά, τὰ μὲν Γετέων σκῦλα, τὰ δ᾽ Ἀρσακιδέων.