theocritus
τὰ ῥόδα τὰ δροσόεντα, καὶ ἁ κατάπυκνος ἐκείνα
ἕρπυλλος κεῖται ταῖς Ἑλικωνιάσιν
ταὶ δὲ μελάμφυλλοι δάφναι τίν, Πύθιε Παιάν,
δελφὶς ἐπεὶ πέτρα τοῦτό τοι ἀγλάϊσεν.
βωμὸν δ᾽ αἱμάξει κεραὸς τράγος οὗτος ὁ μᾶλος,
τερμίνθου τρώγων ἔσχατον ἀκρεμόνα.