irenaeus
ὄμματα δινεύεις κρυφίων ἰνδάλματα πυρσῶν,
χείλεα δ᾽ ἀκροβαφῆ λοξὰ παρεκτανύεις,
καὶ πολὺ κιχλίζουσα σοβεῖς εὐβόστρυχον αἴγλην,
ἐκχυμένας δ᾽ ὁρόω τὰς σοβαρὰς παλάμας.
ἀλλ᾽ οὐ σῆς κραδίης ὑψαύχενος ὤκλασεν ὄγκος:
οὔπω ἐθηλύνθης, οὐδὲ μαραινομένη.