Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἀστακοὶ εὔστομα καὶ διουρητικά’ κολύβδαιναν δ᾽ εἴρηκεν Ἐπίχαρμος ἐν τοῖς προεκκειμένοις, ὡς μὲν Νίκανδρός φησι, τὸ θαλάσσιον αἰδοῖον, ὡς δ᾽ ὁ Ἡρακλείδης ἐν Ὀψαρτυτικῷ, τὴν καρῖδα. Ἀριστοτέλης δ᾽ ἐν πέμπτῳ ζῴων μορίων ‘ τῶν μαλακοστράκων ὀχεύονται, φησί, κάραβοι, ἀστακοί, καρῖδες καὶ τὰ τοιαῦτα, ὥσπερ καὶ τὰ ὀπισθουρητικὰ τῶν τετραπόδων, ὀχεύονται δὲ τοῦ ἔαρος ἀρχομένου πρὸς τῇ γῇ ἤδη γὰρ ὦπται ἡ
ὀχεία πάντων τῶν τοιούτων, ἐνιαχοῦ δὲ ὅταν τὰ σῦκα ἄρχηται πεπαίνεσθαι. γίνονται δ᾽ οἱ μὲν κάραβοι
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.