φησὶ Κλέαρχος.
Θάσιον ἔγχει ...
ὁ γὰρ λαβών μου καταφάγῃ τὴν καρδίαν,
ὅταν πίω τοῦδ᾽, εὐθὺς ὑγιὴς γίνεται:
Ἀσκληπιὸς κατέβρεξε ...
οἶνος Λέσβιος,
ὃν αὐτὸς ἐποίησεν ὁ Μάρων, μοι δοκῶ,
φησὶν Ἄλεξις.
Λεσβίου ... πώματος
οὐκ ἔστιν ἄλλος οἶνος ἡδίων πιεῖν,
ὁ αὐτός:
Θασίοις καὶ Λεσβίοις οἰναρίοις
τῆς ἡμέρας τὸ λοιπὸν ὑποβρέχει μέρος
καὶ νωγαλίζει.
ἡδὺς γ᾽ ὁ Βρόμιος τὴν ἀτέλειαν Λεσβίου
ποιῶν τὸν οἶνον εἰσάγουσιν ἐνθάδε