Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“‘ γῆμαι τὴν ἄνθρωπον, οὐ συνετίθετο ὁ Ὁμάρτης διὰ τὸ εἶναι ἀρρένων παίδων ἔρημος, ἤθελεν γὰρ αὐτὴν δοῦναι ἑνὶ τῶν περὶ αὑτὸν οἰκείων. καὶ μετ᾽ οὐ πολὺν χρόνον ὁ Ὁμάρτης συναγαγὼν τοὺς ἐκ τῆς βασιλείας δυνάστας καὶ φίλους καὶ συγγενεῖς ἐποιεῖτο τοὺς γάμους, οὐ προειπὼν ὅτῳ μέλλοι διδόναι τὴν θυγατέρα, ἀκμαζούσης οὖν τῆς μέθης εἰσκαλέσας τὴν Ὀδάτιν ὁ πατήρ εἰς τὸ συμπόσιον εἶπεν ἀκουόντων τῶν συνδείπνων ' ἡμεῖς, ὦ θύγατερ Ὀδάτι, νῦν ποιούμεθα τοὺς σοὺς γάμους.
’”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.