Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ χαλεπωτέρας καὶ τὰς συμφορὰς καὶ τὰς νόσους ἢ τοῖς ἄλλοις ἀνθρώποις προσβάλλοντες, τὸ μὲν γὰρ
ἀποθανεῖν ἢ καμεῖν νομίμως κοινὸν ἡμῖν
ἅπασίν ἐστι, τὸ δ᾽ οὕτως ἔχοντα τοσοῦτον χρόνον διατελεῖν καὶ καθ᾽ ἑκάστην ἡμέραν ἀποθνῄσκοντα μὴ δύνασθαι τελευτῆσαι τὸν βίον τούτοις μόνοις προσήκει τοῖς τὰ τοιαῦτα ἅπερ οὗτος ἐξημαρτηκόσιν.’ περὶ μὲν οὖν Κινησίου ταῦτα ὁ ῥήτωρ εἴρηκεν.77. λεπτότερος δ᾽ ἦν καὶ Φιλίτας ὁ Κῷος ποιητής, ὃς καὶ διὰ τὴν τοῦ σώματος ἰσχνότητα σφαίρας ἐκ μολύβου πεποιημένας εἶχε περὶ τὼ πόδε ὡς μὴ ὑπὸ ἀνέμου ἀνατραπείη. πολέμων δ᾽ ὁ περιηγητὴς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.