Click on a word to bring up parses, dictionary entries, and frequency statistics
““‘ τίς εἵσεται καὶ κατακλιθήσεται πρῶτος, ἀλλ᾽ ὁ
[p. 150] πρεσβύτατος ἡγεῖτο ἐπὶ τὰς κλίνας, εἰ μή. τιν᾽ αὐτὸς προσκαλέσαιτο. κατελαμβάνετο δὲ ἐπὶ τὸ πολὺ μετὰ τοῦ ἀδελφοῦ κατακείμενος ἢ μετά τινος τῶν ἡλικιωτῶν. ἐπί τε τῷ τρίποδι ψυκτὴρ χαλκοῦς ἐπέκειτο καὶ κάδος καὶ σκαφίον ἀργυροῦν δύο κοτύλας χωροῦν καὶ κύαθος, ἡ δ᾽ ἐπίχυσις χαλκῆ. πιεῖν δὲ οὐ προσεφέρετο εἰ μή τις αἰτήσειεν ἐδίδοτο δὲ κύαθος εἷς πρὸ τοῦ δείπνου, αὐτῷ δὲ πολὺ πρώτῳ: καὶ ὅτε προσνεύσειεν ἐκεῖνος, οὕτως ᾔτουν καὶ οἱ λοιποί, τὰ δὲ παρατιθέμενα ἐπὶ μὲν
’””
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.