εἶτα μετὰ μικρὸν
κράτιστον ἐνταυθὶ τετάχθαι τάξεως.
α. βολβοὺς μὲν σποδιᾷ δαμάσας καταχύσματι δεύσας ὡς
πλείστους διάτρωγε: τὸ γὰρ δέμας ἀνέρος ὀρθοῖ. καὶ τάδε μὲν δὴ ταῦτα: θαλάσσης δ᾽ ἐς τέκν᾽ ἄνειμι.
καὶ μετ᾽ ὀλίγα:
οὐδὲ λοπὰς κακόν ἐστιν ἀτὰρ τὸ τάγηνον ἄμεινον, οἶμαι. [p. 22]
ὀρφὼν αἰολίαν συνόδοντά τε καρχαρίαν τε μὴ τέμνειν, μή σοι νέμεσις θεόθεν καταπνεύσῃ,