Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπὶ δὲ τούτοις εἰπὼν ὁ Ἱππόλοχος ὡς Πρωτέας ἀπόγονος ἐκείνου Πρωτέου Λανίκης υἱοῦ, ἥτις ἐγεγόνει τροφὸς Ἀλεξάνδρου τοῦ βασιλέως, ἔπιε πλεῖστον ἦν γὰρ πολυπότης ὡς καὶ ὁ πάππος αὐτοῦ Πρωτέας ὁ συγγενόμενος Ἀλεξάνδρῳ καὶ ὅτι πᾶσι προὔπιεν, ἑξῆς γράφει καὶ ταῦτα: ‘3. ἤδη δὲ ἡμῶν ἡδέως
ἀπηλλοτριωμένων τοῦ σωφρονεῖν ἐπεισβάλλουσιν αὐλητρίδες καὶ
[p. 94] μουσουργοὶ καὶ σαμβυκίστριαί τινες Ῥόδιαι, ἐμοὶ μὲν γυμναὶ δοκῶ, πλὴν ἔλεγόν τινες αὐτὰς ἔχειν χιτῶνας, ἀπαρξάμεναί τε ἀπῆλθον. καὶ ἐπεισῆλθον ἄλλαι φέρουσαι ληκύθους μύρου ἑκάστη
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.