Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τοὺς δὲ Προμάλαγγας προσαγορεύουσιν ὧν οἱ μὲν Γεργίνοι συναναμιγνύμενοι τοῖς κατὰ τὴν πόλιν ἔν τε τοῖς ἐργαστηρίοις καὶ ταῖς ἀγοραῖς ὠτακουστοῦσι κατασκόπων ἔχοντες τάξιν, ὅ τι δ᾽ ἂν ἀκούσωσιν ἀναφέρουσιν ἑκάστης ἡμέρας πρὸς τοὺς καλουμένους ἄνακτας. οἱ δὲ Προμάλαγγες ζητοῦσιν ἄν τι τῶν ὑπὸ τῶν Γεργίνων προσαγγελθέντων ἀξιον εἶναι ζητήσεως δόξῃ, ὄντες τινὲς ἐρευνηταί. καὶ τούτων οὕτως ἔντεχνος καὶ πιθανὴ πρὸς ἅπαντας ἡ ἔντευξις ὥστ᾽ ἔμοιγε δοκεῖ,
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.