ἡ δὲ προσποιουμένη Μέντωρ εἶναι Ἀθηνᾶ πρὸς τὸν Νέστορα [p. 368]
ἀλλ᾽ ἄγετ᾽ εἰς εὐνὴν τράπεθ᾽ ἡμέας, ὄφρα καὶ ἤδη
ὕπνῳ ὑπὸ γλυκερῷ ταρπώμεθα κοιμηθέντες.
ἐν δὲ ταῖς τῶν θεῶν ἑορταῖς οὐδ᾽ ὅσιον εἶναι δοκεῖ πλείω χρόνον παραμένειν. γνωμικῶς γοῦν φησιν παρὰ τῷ Ὁμήρῳ ἡ Ἀθηνᾶ:
ἀλλ᾽ ἄγε τάμνετε μὲν γλώσσας, κεράσασθε δὲ οἶνον,
ὄφρα Ποσειδάωνι καὶ ἄλλοις ἀθανάτοισιν
σπείσαντες κοίτοιο μεδώμεθα:: τοῖο γὰρ ὥρη.
καὶ νῦν δὴ νόμος ἐκ θυσιῶν τινων πρὸ ἡλίου
ἤδη γὰρ φάος οἴχεθ᾽ ὑπὸ ζόφον, οὐδὲ ἔοικε
δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι.