Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ὅτι δεῖ καὶ αὐτοὺς μεταδιδόναι τῆς ὥρας. ἡ γὰρ τῶν ὡραίων ἀνθῶν καὶ καρπῶν αἴτησις εἰς ἀντίδοσιν τῆς τοῦ σώματος ὥρας προκαλεῖται τοὺς λαβόντας. ἢ τὴν τούτων ὥραν παραψυχὴν καὶ παραμυθίαν τῆς ἐπὶ τῶν ἐρωμένων ὥρας ταῖς
ἐπιθυμίαις χαίροντες ἔχουσιν αὑτοῖς. ἐκκρούεται γὰρ ὑπὸ τῆς τούτων παρουσίας ὁ τῶν ἐρωμένων πόθος, εἰ μὴ ἄρα τοῦ περὶ αὑτοὺς κόσμου χάριν, καθάπερ ἄλλο τι τῶν πρὸς καλλωπισμὸν συντεινόντων, ἔχουσί τε ταῦτα καὶ χαίρουσιν αὐτοῖς. οὐ γὰρ μόνον στεφανουμένων τοῖς ὡραίοις ἄνθεσιν, ἀλλὰ καὶ μετὰ χεῖρας ἐχόντων τὸ πᾶν εἶδος ἐπικοσμεῖται.
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.