καὶ Ἡρόδοτος ἐν δευτέρᾳ. Ξενοφῶν δ᾽ ἐν α᾽ Παιδείας γράφει ‘ὅταν δὲ τούτων τινὸς θίγῃς, εὐθὺς ἀποκαθαίρει τὴν χεῖρα εἰς τὰ χειρόμακτρα, ὡς πάνυ ἀχθόμενος ὅτι κατάπλεά σοι ἀπ᾽ αὐτῶν ἐγένετο.’ Πολέμων δ᾽ ἐν ἕκτῳ τῶν πρὸς Ἀντίγονον καὶ Ἀδαῖον περὶ τῆς διαφορᾶς λέγει τοῦ κατὰ χειρὸς πρὸς τὸ νίψασθαι. Δημόνικος δ᾽ ἐν τῷ Ἀχελῴῳ τὸ πρὸ τοῦ δείπνου κατὰ χειρός φησι διὰ τούτων
σκυθιστὶ χειρόμακτρον ἐκκεκαρμένος
ὠμολίνου δὲ μέμνηται Κρατῖνος ἐν Ἀρχιλόχοις: ‘ ὠμολίνοις κόμη βρύουσ᾽ ἀτιμίας πλέως.’ Σαπφὼ
ἐσπουδάκει δ᾽ ἕκαστος ὡς ἂν ἑστιῶν
ἅμα τ᾽ ὀξύπεινον ἄνδρα καὶ Βοιώτιον.
τὸ γοῦν κατὰ χειρὸς περιέγραψ᾽ εἴπας ὅτι
μετὰ δεῖπνον αὐτῷ τοῦτο γίνεται λαβεῖν.