Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ Αἰγυπτίων βασιλέα ῾ Ἡρόδοτος πολλὰ πεπωκέναι φησίν. Ἑρμείας δ᾽ ὁ Μηθυμναῖος ἐν τρίτῃ Σικελικῶν φιλοπότην φησὶ γενέσθαι Νικοτέλη τὸν Κορίνθιον. Φαινίας δὲ ὁ Ἐρέσιος ἐν τῷ ἐπιγραφομένῳ Τυράννων ἀναίρεσις ἐκ τιμωρίας Σκόπα φησὶ τὸν Κρέοντος μὲν υἱόν, Σκόπα δὲ τοῦ παλαιοῦ ὑιδοῦν φιλοποτοῦντα διατελέσαι καὶ τὴν ἐπάνοδον τὴν ἀπὸ τῶν συμποσίων ποιεῖσθαι ἐπὶ θρόνου καθήμενον καὶ ὑπὸ τεσσάρων βασταζόμενον οὕτως οἴκαδε ἀπιέναι. Φύλαρχος δὲ ἐν τῇ ἕκτῃ τῶν ἱστοριῶν Ἀντίοχόν φησι τὸν βασιλέα φίλοινον γενόμενον μεθύσκεσθαί τε καὶ κοιμᾶσθαι
[p. 486] ἐπὶ πλέον, εἶθ᾽ ἑσπέρας πάλιν ἀφυπνιζόμενον ἐπιπίνειν.
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.