αὕτη δ᾽ ἡ φιλεργία τὴν σωφροσύνην αὐτῆς καταμηνύει: οὐ χλιδῶσα γὰρ οὐδὲ θρυπτομένη διὰ τὸ κάλλος εἰσάγεται, εὑρίσκεται γοῦν περὶ ἱστὸν ὑφαίνουσα καὶ ποικίλλουσα:
δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι,
μνῆμ᾽ Ἑλένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην,
σῇ δ᾽ ἀλόχῳ φορέειν.
τὴν δ᾽ εὗρ᾽ ἐν μεγάρῳ: ἡ δὲ μέγαν ἱστὸν ὕφαινε,