Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ ἀρρηφόροις γίνεται, ἐστὶ δὲ καὶ ὁ πυραμοῦς ἄρτος διὰ σησάμων πεττόμενος καὶ τάχα ὁ αὐτὸς τῷ σησαμίτῃ ὤν. μνημονεύει δὲ πάντων τούτων Τρύφων ἐν α᾽ φυτικῶν, καθάπερ καὶ τῶν θιαγόνων ὀνομαζομένων οὗτοι δ᾽ εἰσὶν ἄρτοι θεοῖς πεττόμενοι ἐν Αἰτωλίᾳ, δραμίκες δὲ καὶ δραμεῖς παρ᾽ Ἀθαμᾶσιν ἄρτοι τινὲς οὕτως καλοῦνται.
81. καὶ οἱ γλωσσογράφοι δὲ ἄρτων ὀνόματα καταλέγουσι: Σέλευκος μὲν δράμιν ὑπὸ Μακεδόνων οὕτως καλούμενον, δάρατον δ᾽ ὑπὸ Θεσσαλῶν. ἐτνίταν δέ φησι ἄρτον εἶναι λεκιθίτην, ἐρικίταν δὲ καλεῖσθαι τὸν ἐξ ἐρηριγμένου καὶ ἀσήστου πυροῦ
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.