Θεόδωρος δ᾽ ἐν ταῖς Ἀττικαῖς Φωναῖς, ὥς φησιν Πάμφιλος ἐν τοῖς περὶ ' Ὀνομάτων, πλοκῆς στεφάνων γένος τι τὴν ὑπογλωττίδα ἀποδίδωσιν. λαβὲ οὖν καὶ παρ᾽ ἐμοῦ κατὰ τὸν Εὐριπίδην:
κἂν καλλιερῆτε γλῶτταν ἀγαθὴν πέμπετε.
20. Ἰσθμιακόν. οὕτως τοῦτον καλούμενον στέφανον: Ἀριστοφάνης μνήμης ἠξίωσεν ἐν Ταγηνισταῖς λέγων οὕτως: ”
ἐκ παντὸς (γὰρ) ἄν τις πράγματος δισσῶν λόγων
ἀγῶνα θεῖτ᾽ ἄν, εἰ λέγειν εἴη σοφός.