κοιμῶνται δὲ μετὰ γυναικῶν παρ᾽ Ὁμήρῳ οὐ μόνον οἱ νέοι, ἀλλὰ καὶ οἱ γέροντες Φοῖνιξ τε καὶ Νέστωρ, μόνῳ Μενελάῳ οὐ συνέζευκται γυνὴ διὰ γυναικῶν γαμετὴν ἡρπασμένην τὴν στρατείαν πεποιημένῳ. 47.
Χῖοι πολὺ
ἄριστ᾽ ἀνευρήκασιν ὀψαρτυτικήν.
Πίνδαρος ἐπαινεῖ. Εὔβουλος δέ φησιν
παλαιὸν μὲν οἶνον, ἄνθεα δ᾽ ὕμνων νεωτέρων
ἄτοπον δὲ τὸν μὲν οἶνον εὐδοκιμεῖν ἀεὶ
παρὰ ταῖς ἑταίραις τὸν παλαιόν, ἄνδρα δὲ
μὴ τὸν παλαιόν, ἀλλὰ τὸν νεώτερον.