Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“‘ ἢ Ἀλέξανδρον.’ Ῥαδαμάνθυος δὲ τοῦ δικαίου Ἴβυκος ἐραστήν φησι γενέσθαι Τάλων. Διότιμος δ᾽ ἐν τῇ Ἡρακλείᾳ Εὐρυσθέα φησὶν Ἡρακλέους γενέσθαι παιδικά, διόπερ καὶ τοὺς ἄθλους ὑπομεῖναι. Ἀγαμέμνονά τε Ἀργύννου ἐρασθῆναι λόγος, ἰδόντα ἐπὶ τῷ Κηφισῷ νηχόμενον: ἐν ᾧ καὶ τελευτήσαντα αὐτὸν συνεχῶς γὰρ ἐν τῷ ποταμῷ τούτῳ ἀπελούετο θάψας εἵσατο καὶ ἱερὸν αὐτόθι Ἀφροδίτης Ἀργυννίδος. Λικύμνιος δ᾽ ὁ Χῖος ἐν Διθυράμβοις Ἀργύννου φησὶν ἐρώμενον Ὑμέναιον γενέσθαι. Ἀντιγόνου δὲ τοῦ
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.