Click on a word to bring up parses, dictionary entries, and frequency statistics
““‘ ἡδέως φάγοι ὅπως γε μὴν καταδάρθοι οὐδ᾽ ἂν εἴποι τις ὅσα πραγματεύονται. Ἀγησίλαος δὲ διὰ τὸ φιλόπονος εἶναι πᾶν μὲν τὸ παρὸν ἡδέως ἔπινε, πᾶν δὲ τὸ συντυχὸν ἡδέως ἤσθιεν: εἰς δὲ τὸ ἀσμένως κοιμηθῆναι πᾶς τόπος ἱκανὸς ἦν αὐτῷ.’ ἐν δὲ τῷ Ἱέρωνι ἐπιγραφομένῳ λέγων περὶ τῶν τοῖς τυράννοις παρασκευαζομένων καὶ τῶν τοῖς ἰδιώταις εἰς τροφάς φησιν οὕτως: ‘ καὶ οἶδά γε, ἔφη, ὦ Σιμωνίδη, ὅτι τούτῳ κρίνουσιν οἱ πλεῖστοι ἥδιον ἡμᾶς καὶ πίνειν καὶ ἐσθίειν τῶν ἰδιωτῶν ὅτι δοκοῦσι καὶ αὐτοὶ ἥδιον ἂν δειπνῆσαι
’””
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.