Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ περὶ αὐτοὺς ἐνυπάρχοντος φύσει θερμοῦ, καὶ οἱ παντελῶς δὲ νέοι τάχιον μεθύσκονται διὰ τὸ πλῆθος τοῦ ἐνυπάρχοντος θερμοῦ τῷ γὰρ ἐκ τοῦ οἴνου προσγινομένῳ κρατοῦνται ῥᾳδίως. μεθύσκονται δὲ κἀν τοῖς ἀλόγοις ζῴοις ὕες μὲν σταφυλῆς στεμφύλων χορτασθέντες καὶ τὸ τῶν κοράκων καὶ τῶν κυνῶν γένος τὴν οἰνοῦτταν καλουμένην φαγόντα βοτάνην, πίθηκος δὲ καὶ ἐλέφας πιόντες οἶνον. διὸ καὶ τὰς θήρας ποιοῦνται τῶν πιθήκων καὶ τῶν κοράκων μεθυσθέντων, τῶν μὲν οἴνῳ, τῶν δὲ τῇ οἰνούττῃ.'
τὸ δ᾽ ἐνδελεχῶς μεθύειν,
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.