previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπὶ δ᾽ αὐλὸς ἀλέκτωρ Λύδιον ὕμνον ἀχέων.
ἐν δὲ Φρουροῖς τὸν ἀλεκτρυόνα Ἰδαῖον εἴρηκε σύριγγα διὰ τούτων

ῥοθεῖ δέ τοι σῦριγξ Ἰδαῖος ἀλέκτωρ.
ἐν δὲ τῷ β Φοίνικι αὐτὸς Ἴων φησίν

ἔκτυπον ἄγων βαρὺν αὐλὸν τρέχοντι ῥυθμῷ,3
οὕτω λέγων τῷ Φρυγίῳ: βαρὺς γὰρ οὗτος: παρ᾽: καὶ τὸ κέρας αὐτῷ προσάπτουσιν ἀναλογοῦν τῷ τῶν σαλπίγγων κώδωνι.

ἐπὶ τούτοις τέλος ἐχέτω καὶ ἥδε βίβλος, ἑταῖρε Τιμόκρατες, ἱκανὸν εἰληφυῖα μῆκος.

[p. 318]1. ἀλλ᾽ ἐπεὶ πολὺς ὀντως λόγος συμποσίων πέρι διήντληται,1 Τιμόκρατες, ἐν τοῖς πρὸ τούτων, παρελίπομεν δὲ αὐτῶν τὰ χρησιμώτατα καὶ οὐ βαροῦντα τὴν ψυχήν, ὠφελοῦντα δὲ καὶ τρέφοντα κατὰ πανδαισίαν, ἅπερ θεῖος Ὅμηρος παρεισήγαγε, μνημονεύσω καὶ τὰ περὶ τούτων λεχθέντα ὑπὸ τοῦ πάντα ἀρίστου Μασουρίου. ἡμεῖς γὰρ κατὰ τὸν καλὸν Ἀγάθωνα:


τὸ μὲν πάρεργον ἔργον ὣς ποιούμεθα,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: