λέγει δὲ τὸ πρωινὸν ἔμβρωμα, ὃ ἡμεῖς ἀκρατισμὸν καλοῦμεν διὰ τὸ ἐν ἀκράτῳ βρέχειν καὶ προσίεσθαι ψωμούς, ὡς Ἀντιφάνης:
ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντ᾽ ἄριστον.
ἄριστον ἐν ὅσῳ ... ὁ μάγειρος ποιεῖ, εἶτ᾽ ἐπάγει:
συνακρατίσασθαι πῶς ἔχεις μετ᾽ ἐμοῦ; καὶ Κάνθαρος:
Ἀριστομένης:
α. οὐκοῦν ἀκρατισώμεθ᾽ αὐτοῦ. β. μηδαμῶς:
Ἰσθμοῖ γὰρ ἀριστήσομεν.