“καὶ πάλιν
ἔγκοψον ἥλους ἑκατέρᾳ γε τέτταρας,
ἵνα μὴ παρασείων καὶ μακρὰν ἑκάστοτε
ὁδὸν βαδίζων τὰς γνάθους διαστρέφῃς.”
”
ὁ Χαιρεφῶν κρεᾴδι᾽ ὠψώνει ποτέ,
καὶ τοῦ μαγείρου, φασίν, ὀστῶδες σφόδρα
αὐτῷ τι προσκόπτοντος ἀπὸ τύχης κρέας
εἶπεν: ‘ μάγειρε, μὴ προσίστα τοῦτό μοι
τοὐστοῦν.’ ὁ δ᾽ εἶπεν: ‘ἀλλὰ μήν ἐστιν γλυκύ. ’