31. τοῦ δὲ ὀνόματος τοῦ παρασίτου μνημονεύει Ἀραρὼς ἐν Ὑμεναίῳ διὰ τούτων
οἶδα δ᾽ Ἀκέστορ᾽ αὐτὸ τὸν στιγματίαν παθόντα:
σκῶμμα γὰρ εἶπ᾽ ἀσελγές, εἶτ᾽ αὐτὸν ὁ παῖς θύραζε
ἐξαγαγὼν ἔχοντα κλοιὸν παρέδωκεν Οἰνεῖ.
πολὺ δ᾽ ἐστὶ τὸ ὄνομα παρὰ τοῖς νεωτέροις. τὸ δὲ ῥῆμα παρὰ Πλάτωνι τῷ φιλοσόφῳ ἐν Λάχητι: φησὶ γάρ: ‘ καὶ ἡμῖν τὰ μειράκια παρασιτεῖ.’ ”
οὐκ ἔσθ᾽ ὅπως οὐκ εἶ παράσιτος, φίλτατε:
ὁ δ᾽ Ἰσχόμαχος ὁδὶ τρέφων σε τυγχάνει.