καὶ τὸ ἐν Νεφέλαις δὲ ἐπὶ τῶν ὀρνίθων ἔγωγε ἀκούω καὶ οὐκ ἐπὶ ἵππων ὡς πολλοί:
ὁδὶ δὲ δὴ τίς ἐστιν ὄρνις; οὐκ ἐρεῖς;
β. Ἐπικεχοδὼς ἔγωγε φασιανικός.
δύναται γὰρ ὁ Λεωγόρας καὶ ἵππους τρέφειν καὶ ὄρνεις φασιανούς, κωμῳδεῖται γὰρ ὁ Λεωγόρας ὡς γαστρίμαργος ὑπὸ Πλάτωνος ἐν Περιαλγεῖ. Μνησίμαχος δ᾽ ἐν Φιλίππῳ εἷς δὲ καὶ οὗτός ἐστι τῶν τῆς μέσης κωμῳδίας ποιητῶν φησί: ’
τοὺς φασιανούς, οὓς τρέφει Λεωγόρας.