Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τῷ περὶ Ὀρφέως. φοίνικα δὲ τὸ ὄργανον Ἔφορος καὶ Σκάμων ἐν τοῖς περὶ Εὑρημάτων ὑπὸ Φοινίκων εὑρεθέντα ταύτης τυχεῖν τῆς προσηγορίας, Σῆμος δὲ ὁ Δήλιος ἐν πρώτῳ Δηλιάδος διὰ τὸ ἐκ τοῦ ἐν Δήλῳ φοίνικος τοὺς ἀγκῶνας αὐτοῦ ἐξειργάσθαι. τῇ σαμβύκῃ πρώτην φησὶ χρήσασθαι Σίβυλλαν, ἧς.., Σκάμων ὁ προειρημένος ὀνομασθῆναι δ᾽ αὐτὴν εὑρεθεῖσαν ὑπὸ Σάμβυκος τινός.
41. καὶ περὶ τοῦ τρίποδος δὲ καλουμένου ὄργανον δὲ καὶ τοῦτο μουσικόν ὁ προειρημένος Ἀρτέμων γράφει οὕτως : ‘ ὅθεν πολλὰ τῶν ὀργάνων οὐδ᾽
’’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.